Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.277 Joseph. AJ 1.282 (English) >>Joseph. AJ 1.287

1.280Ἰάκωβε, πατρὸς ὄντα σε ἀγαθοῦ καὶ πάππου δόξαν ἀρετῆς μεγάλης εὑραμένου κάμνειν ἐπὶ τοῖς παροῦσιν οὐ προσῆκεν, ἀλλʼ ἐλπίζειν τὰ κρείττονα· 1.281καὶ γὰρ ἄφθονος ἐκδέξεταί σε μεγάλων ἀγαθῶν παρουσία πρὸς τὸ πᾶν κατὰ τὴν ἐμὴν ἐπικουρίαν. Ἅβραμόν τε γὰρ ἐγὼ ἐκ τῆς Μεσοποταμίας δεῦρο ἤγαγον ἐλαυνόμενον ὑπὸ τῶν συγγενῶν, καὶ πατέρα τὸν σὸν εὐδαίμονα ἀπέφηνα· ὧν οὐχ ἥττω μοῖραν εἰς σὲ καταθήσομαι· 1.282θαρρῶν οὖν καὶ ταύτην πορεύου τὴν ὁδὸν ἐμοὶ προπομπῷ χρώμενος· ἀνυσθήσεται γάρ σοι γάμος, ἐφʼ ὃν ἐσπούδακας, καὶ γενήσονταί σοι παῖδες ἀγαθοί, τὸ δὲ πλῆθος αὐτῶν ἀριθμοῦ κρεῖττον ἔσται, μείζοσιν υἱοῖς αὐτῶν καταλιμπάνοντες· οἷς ἐγὼ τὸ ταύτης κράτος τῆς γῆς δίδωμι καὶ παισὶ τοῖς αὐτῶν, οἳ πληρώσουσιν ὅσην ἥλιος ὁρᾷ καὶ γῆν καὶ θάλασσαν. 1.283ἀλλὰ μήτε κίνδυνον ὑφορῶ μηδένα μήτʼ εὐλαβοῦ τὸ πλῆθος τῶν πόνων ἐμοῦ ποιουμένου τῶν σοὶ πραχθησομένων πρόνοιαν ἔν τε τοῖς νῦν καὶ πολὺ πλέον ἐν τοῖς ὕστερον.” 1.284

Ταῦτα μὲν οὖν θεὸς Ἰακώβῳ προαγορεύει· δὲ περιχαρὴς γενόμενος ἐπὶ τοῖς ἑωραμένοις καὶ κατηγγελμένοις φαιδρύνει τε τοὺς λίθους ὡς τηλικούτων ἀγαθῶν ἐπʼ αὐτοῖς προρρήσεως γεγενημένης καὶ εὐχὴν ποιεῖται θύσειν ἐπʼ αὐτῶν, εἰ κτησάμενος βίον ἀπαθὴς ἐπανίοι, τῷ θεῷ δεκάτην τῶν πεπορισμένων ποιεῖσθαι οὕτως ἀφικόμενος, τίμιόν τε κρίνει τὸ χωρίον ὄνομα αὐτῷ Βηθὴλ θέμενος, σημαίνει δὲ τοῦτο θείαν ἑστίαν κατὰ τὴν τῶν Ἑλλήνων γλῶτταν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.277 Joseph. AJ 1.282 (English) >>Joseph. AJ 1.287

Powered by PhiloLogic